Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.548 Joseph. BJ 4.555 (English) >>Joseph. BJ 4.563

4.553πάνυ δʼ ἦν ἰσχυρὸν τὸ τεῖχος, καὶ τρίψεσθαι προσδοκῶντι πλείω χρόνον αἰφνιδίως ἀνοίγουσιν οἱ ἔνδον

-- --

τὰς πύλας καὶ μεθʼ ἱκετηριῶν προελθόντες ἑαυτοὺς παρέδοσαν. 4.554Κερεάλιος δὲ τούτους παραστησάμενος ἐπὶ Χεβρὼν ἑτέρας πόλεως ἀρχαιοτάτης ἐχώρει· κεῖται δʼ, ὡς ἔφην, αὕτη κατὰ τὴν ὀρεινὴν οὐ πόρρω Ἱεροσολύμων· βιασάμενος δὲ τὰς εἰσόδους τὸ μὲν ἐγκαταληφθὲν πλῆθος ἡβηδὸν ἀναιρεῖ, τὸ δʼ ἄστυ καταπίμπρησι. 4.555καὶ πάντων ἤδη κεχειρωμένων πλὴν Ἡρωδείου καὶ Μασάδας καὶ Μαχαιροῦντος, ταῦτα δʼ ὑπὸ τῶν λῃστῶν κατείληπτο, σκοπὸς ἤδη τὰ Ἱεροσόλυμα προύκειτο Ῥωμαίοις. 4.556

δὲ Σίμων ὡς ἐρρύσατο παρὰ τῶν ζηλωτῶν τὴν γυναῖκα, πάλιν ἐπὶ τὰ λείψανα τῆς Ἰδουμαίας ὑπέστρεψεν, καὶ περιελαύνων πανταχόθεν τὸ ἔθνος εἰς Ἱεροσόλυμα τοὺς πολλοὺς φεύγειν συνηνάγκασεν. 4.557εἵπετο δὲ καὶ αὐτὸς ἐπὶ τὴν πόλιν καὶ κυκλωσάμενος αὖθις τὸ τεῖχος ὅντινα λάβοι τῶν προϊόντων κατὰ τὴν χώραν ἐργατῶν διέφθειρεν. 4.558ἦν δὲ τῷ δήμῳ Σίμων μὲν ἔξωθεν Ῥωμαίων φοβερώτερος, οἱ ζηλωταὶ δʼ ἔνδον ἑκατέρων χαλεπώτεροι, κἀν τούτοις ἐπινοίᾳ κακῶν καὶ τόλμῃ τὸ σύνταγμα τῶν Γαλιλαίων διέφερεν· 4.559τόν τε γὰρ Ἰωάννην παρήγαγον εἰς ἰσχὺν οὗτοι, κἀκεῖνος αὐτοὺς ἐξ ἧς περιεποιήσατο δυναστείας ἠμείβετο πάντα ἐπιτρέπων δρᾶν ὧν ἕκαστος ἐπεθύμει.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.548 Joseph. BJ 4.555 (English) >>Joseph. BJ 4.563

Powered by PhiloLogic